2.7.15

Οι πρόσφατες δραματικές ἐξελίξεις εἰς τήν Πατρίδα μας καί οἱ ἱστορικές καταβολές Της


Ευλογητός ει, Κύριε ο Θεός των πατέρων ημών, και αινετός, και δεδοξασμένον το όνομά σου εις τους αιώνας,
ότι δίκαιος ει επί πάσιν, οίς εποίησας ημίν, και πάντα τα έργα σου αληθινά, και ευθείαι αι οδοί σου, και πάσαι αι κρίσεις σου αλήθεια,
και κρίματα αληθείας εποίησας κατά πάντα, α επήγαγες ημίν και επί την πόλιν την αγίαν την των πατέρων ημών Ιερουσαλήμ, ότι εν αληθεία και κρίσει επήγαγες ταύτα πάντα, δια τας αμαρτίας ημών.
ότι ημάρτομεν και ηνομήσαμεν αποστήναι από σου
και εξημάρτομεν εν πάσι και των εντολών σου ουκ ηκούσαμεν, ουδέ συνετηρήσαμεν ουδέ εποιήσαμεν καθώς ενετείλω ημίν, ίνα εύ ημίν γένηται.
και πάντα, όσα επήγαγες ημίν και πάντα όσα εποίησας ημίν, εν αληθινή κρίσει εποίησας
και παρέδωκας ημάς εις χείρας εχθρών ανόμων, εχθίστων αποστατών, και βασιλεί αδίκω και πονηροτάτω παρά πάσαν την γην.
και νυν ουκ έστιν ημίν ανοίξαι το στόμα· αισχύνη και όνειδος εγενήθημεν τοις δούλοις σου και τοις σεβομένοις σε.
μη δη παραδώης ημάς εις τέλος δια το όνομά σου και μη διασκεδάσης την διαθήκην σου
και μη αποστήσης το έλεός σου αφ' ημών δια Αβραάμ τον ηγαπημένον υπό σου και δια Ισαάκ τον δούλόν σου και Ισραήλ τον άγιόν σου,
οίς ελάλησας πληθύναι το σπέρμα αυτών ως τα άστρα του ουρανού και ως την άμμον την παρά το χείλος της θαλάσσης.
ότι, δέσποτα, εσμικρύνθημεν παρά πάντα τα έθνη και εσμεν ταπεινοί εν πάση τη γη σήμερον δια τας αμαρτίας ημών,
και ουκ έστιν εν τω καιρω τούτω άρχων και προφήτης και ηγούμενος, ουδέ ολοκαύτωσις ουδέ θυσία ουδέ προσφορά ουδέ θυμίαμα, ου τόπος του καρπώσαι ενώπιόν σου και ευρείν έλεος·
αλλ' εν ψυχή συντετριμμένη και πνεύματι ταπεινώσεως προσδεχθείημεν
ως εν ολοκαυτώμασι κριών και ταύρων και ως εν μυριάσιν αρνών πιόνων, ούτως γενέσθω η θυσία ημών ενώπιόν σου σήμερον και εκτελέσαι όπισθέν σου, ότι ουκ έσται αισχύνη τοις πεποιθόσιν επί σε.
και νυν εξακολουθούμεν εν όλη καρδία και φοβούμεθά σε και ζητούμεν το πρόσωπόν σου,
μη καταισχύνης ημάς, αλλά ποίησον μεθ' ημών κατά την επιείκειάν σου και κατά το πλήθος του ελέους σου
και εξελού ημάς κατά τα θαυμάσιά σου και δος δόξαν τω ονόματί σου, Κύριε. και εντραπείησαν πάντες οι ενδεικνύμενοι τοις δούλοις σου κακά
και καταισχυνθείησαν από πάσης δυναστείας, και η ισχύς αυτών συντριβείη·
και γνώτωσαν ότι συ ει Κύριος Θεός μόνος και ένδοξος εφ' όλην την οικουμένην.

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...